Psalms 13

1
LXX: Psa.12:1
εἰς τὸ τέλος; ψαλμὸς τῷ Δαυιδ.
LXX: Psa.12:2
ἕως πότε, κύριε, ἐπιλήσῃ μου Εἰς τέλος· Ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;
2
LXX: Psa.12:3
ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας; ἕως πότε ὑψωθήσεται ἐχθρός μου ἐπ' ἐμέ;
3
LXX: Psa.12:4
ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,
4
LXX: Psa.12:5
μήποτε εἴπῃ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.
5
LXX: Psa.12:6
ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου· ἤλπισα, ἀγαλλιάσεται καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.
6
Copyright information for LXX